Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.214 Joseph. AJ 2.218 (English) >>Joseph. AJ 2.222

2.216τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἑβραίων γένος τῆς παρʼ Αἰγυπτίοις ἀνάγκης ἀπολύσει, μνήμης δὲ ἐφʼ ὅσον μενεῖ χρόνον τὰ σύμπαντα τεύξεται παρʼ ἀνθρώποις οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δʼ αὐτῷ καὶ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐγγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου.” 2.217

Ταῦτα τῆς ὄψεως αὐτῷ δηλωσάσης περιεγερθεὶς Ἀμαράμης ἐδήλου τῇ Ἰωχαβέλῃ, γυνὴ δʼ ἦν αὐτοῦ, καὶ τὸ δέος ἔτι μεῖζον διὰ τὴν τοῦ ὀνείρου πρόρρησιν αὐτοῖς συνίστατο· οὐ γὰρ ὡς περὶ παιδὸς μόνον εὐλαβεῖς ἦσαν, ἀλλὰ καὶ ὡς ἐπὶ μεγέθει τοσαύτης εὐδαιμονίας ἐσομένου. 2.218τοῖς μέντοι προκατηγγελμένοις ὑπὸ τοῦ θεοῦ πίστιν τοκετὸς τῆς γυναικὸς παρεῖχε λαθούσης τοὺς φύλακας διὰ τὴν τῶν ὠδίνων ἐπιείκειαν καὶ τῷ μὴ βιαίας αὐτῇ προσπεσεῖν τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρʼ αὐτοῖς τρέφουσι λανθάνοντες· 2.219ἔπειτα δὲ δείσας Ἀμαράμης, μὴ κατάφωρος γένηται καὶ πεσὼν ὑπὸ τὴν τοῦ βασιλέως ὀργὴν αὐτός τε ἀπόληται μετὰ τοῦ παιδίου καὶ τοῦ θεοῦ τὴν ἐπαγγελίαν ἀφανίσειεν, ἔγνω μᾶλλον ἐπὶ τούτῳ ποιήσασθαι τὴν τοῦ παιδὸς σωτηρίαν καὶ πρόνοιαν τῷ λήσεσθαι πεπιστευκώς, τοῦτο δʼ ἦν ἄδηλον, ἐναποκινδυνεύειν οὐ τῷ παιδὶ μόνον κρυφαίως τρεφομένῳ ἀλλὰ καὶ αὐτῷ·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.214 Joseph. AJ 2.218 (English) >>Joseph. AJ 2.222

Powered by PhiloLogic